Galatians 6
1Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ▼▼ ἀναπληρώσετε = Treg NA/NIV: || ἀναπληρώσατε = WH RP
ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. 3εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ▼▼ φρεναπατᾷ ἑαυτόν = WH Treg NA/NIV: || ἑαυτόν φρεναπατᾷ = RP
φρεναπατᾷ ἑαυτόν ⸃· 4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, 5ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. 6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ▼▼ ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9τὸ δὲ καλὸν ποιοῦντες μὴ ▼▼ ἐγκακῶμεν = WH Treg NA/NIV: || ἐκκακῶμεν = RP
ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10ἄρα οὖν ὡς καιρὸν ▼▼ ἔχομεν = Treg NA/NIV RP: || ἔχωμεν = WH
ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. 11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ▼▼ ἵνα = WH Treg NA/NIV: || ἵνα μὴ = RP
ἵνα τῷ σταυρῷ τοῦ ▼▼ Χριστοῦ = NA/NIV Treg RP: || Χριστοῦ Ἰησοῦ = WH
Χριστοῦ ▼▼ μὴ = WH Treg NA/NIV: || [omit] = RP
μὴ διώκωνται· 13οὐδὲ γὰρ οἱ ▼▼ περιτεμνόμενοι = WH Treg NA/NIV: || περιτετμημένοι = RP
περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ▼▼ κἀγὼ = WH Treg NA/NIV: || κἀγὼ τῷ = RP
κἀγὼ κόσμῳ. 15 ▼▼ οὔτε γὰρ = WH Treg NA/NIV: || ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε = RP
οὔτε γὰρ ⸃ περιτομή τί ▼▼ ἐστιν = WH Treg NA/NIV: || ἰσχύει = RP
ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. 17Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ▼▼ τοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Copyright information for
SBLG