1 Corinthians 5
1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ▼▼ ἔθνεσιν = WH Treg NA/NIV: || ἔθνεσιν ὀνομάζεται = RP
ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ▼▼ ἀρθῇ = WH Treg NA/NIV: || ἐξαρθῇ = RP
ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ▼▼ ποιήσας = Treg RP: || πράξας = WH NA/NIV
ποιήσας; 3Ἐγὼ μὲν γάρ, ▼▼ ἀπὼν = WH Treg NA/NIV: || ὡς ἀπὼν = RP
ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ▼▼ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ▼▼ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ, 5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ▼▼ κυρίου = WH NA/NIV: || κυρίου Ἰησοῦ = Treg RP
κυρίου. 6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ▼▼ ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὑπὲρ ἡμῶν = RP
ἡμῶν ἐτύθη Χριστός· 8ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 ▼▼ οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ▼▼ καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ▼▼ ὠφείλετε = WH Treg NA/NIV: || ὀφείλετε = RP
ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12τί γάρ ▼▼ μοι = WH Treg NA/NIV: || μοι καί = RP
μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13τοὺς δὲ ἔξω ὁ θεὸς ▼▼ κρίνει = WH Treg: || κρινεῖ = NA/NIV RP
κρίνει; ▼▼ ἐξάρατε = WH Treg NA/NIV: || Καί ἐξαρεῖτε = RP
ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Copyright information for
SBLG