1 Corinthians 6
1Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 ▼▼ ἢ = WH Treg NA/NIV: || [omit] = RP
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; 4βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; 5πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν ▼▼ οὐδεὶς σοφὸς = WH Treg NA/NIV: || σοφὸς οὐδὲ εἷς = RP
οὐδεὶς σοφὸς ⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ▼▼ ἀδελφοῦ = WH Treg NA/NIV RP: || ἀδελφοῦ καὶ τοῦ ἀδελφοῦ (emendation) = Holmes
ἀδελφοῦ αὐτοῦ, 6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7ἤδη μὲν ▼▼ οὖν = WH Treg RP NA: || [omit] = NIV
οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ▼▼ τοῦτο = WH Treg NA/NIV: || ταῦτα = RP
τοῦτο ἀδελφούς. 9Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ▼▼ θεοῦ βασιλείαν = WH Treg NA/NIV: || βασιλείαν θεοῦ = RP
θεοῦ βασιλείαν ⸃ οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10οὔτε ▼▼ κλέπται οὔτε πλεονέκται = WH Treg NA/NIV: || πλεονέκται οὔτε κλέπται = RP
κλέπται οὔτε πλεονέκται ⸃, ▼▼ οὐ = WH Treg NA/NIV: || οὔτε = RP
οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ▼▼ θεοῦ = WH Treg NA/NIV: || θεοῦ οὐ = RP
θεοῦ κληρονομήσουσιν. 11καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ▼▼ Ἰησοῦ = RP: || Ἰησοῦ Χριστοῦ = Treg NA/NIV; || ἡμῶν Ἰησοῦ Χριστοῦ = WH
Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν. 12Πάντα μοι ἔξεστιν· ἀλλ᾽ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ▼▼ ἢ = WH Treg NA/NIV: || [omit] = RP
ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ▼▼ ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ = RP
ὑμῶν.
Copyright information for
SBLG