1 Peter 3
1 ▼▼ Ὁμοίως = WH Treg: || Ὁμοίως αἱ = NA/NIV RP
Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ▼▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ▼▼ πραέως καὶ ἡσυχίου = Treg NA/NIV RP: || ἡσυχίου καὶ πραέως = WH
πραέως καὶ ἡσυχίου ⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ▼▼ εἰς = WH Treg NA/NIV: || ἐπὶ = RP
εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6ὡς Σάρρα ▼▼ ὑπήκουσεν = Treg NA/NIV RP: || ὑπήκουεν = WH
ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. 7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ▼▼ συγκληρονόμοις = WH Treg NA/NIV: || συγκληρονόμοι = RP
συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. 8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ▼▼ ταπεινόφρονες = WH Treg NA/NIV: || φιλόφρονες = RP
ταπεινόφρονες, 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ▼▼ εὐλογοῦντες = WH Treg NA/NIV: || εὐλογοῦντες εἰδότες = RP
εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ▼▼ γλῶσσαν = WH Treg NA/NIV: || γλῶσσαν αὐτοῦ = RP
γλῶσσαν ἀπὸ κακοῦ καὶ ▼▼ χείλη = WH Treg NA/NIV: || χείλη αὐτοῦ = RP
χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11ἐκκλινάτω ▼▼ δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. 13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ▼▼ ζηλωταὶ = WH Treg NA/NIV: || μιμηταὶ = RP
ζηλωταὶ γένησθε; 14ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15κύριον δὲ τὸν ▼▼ Χριστὸν = WH Treg NA/NIV: || θεὸν = RP
Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ▼▼ ἕτοιμοι = WH Treg NA/NIV: || ἕτοιμοι δὲ = RP
ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 ▼▼ ἀλλὰ = WH Treg NA/NIV: || [omit] = RP
ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ▼▼ καταλαλεῖσθε = WH NA/NIV: || καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν = Treg RP
καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ▼▼ ἔπαθεν = RP NA: || ἀπέθανεν = WH Treg NIV
ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ▼▼ ὑμᾶς = WH NA/NIV RP: || ἡμᾶς = Treg
ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ▼▼ ὀλίγοι = WH Treg NA/NIV: || ὀλίγαι = RP
ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος. 21ὃ ▼▼ καὶ ὑμᾶς ἀντίτυπον νῦν = WH Treg NA/NIV: || ἀντίτυπον νῦν καὶ ἡμᾶς = RP
καὶ ὑμᾶς ἀντίτυπον νῦν ⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22ὅς ἐστιν ἐν ▼▼ δεξιᾷ = WH Treg: || δεξιᾷ τοῦ = NA/NIV RP
δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Copyright information for
SBLG