2 Corinthians 3
1Ἀρχόμεθα πάλιν ἑαυτοὺς ▼▼ συνιστάνειν = WH NA/NIV RP: || συνιστᾶν = Treg
συνιστάνειν; ▼▼ ἢ = WH Treg NA/NIV: || Εἰ = RP
ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ▼▼ ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν συστατικῶν = RP
ὑμῶν; 2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾽ ἐν πλαξὶν καρδίαις σαρκίναις. 4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. 5οὐχ ὅτι ▼▼ ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν = WH Treg NA/NIV: || ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν = RP
ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν ⸃ λογίσασθαί τι ὡς ἐξ ▼▼ αὑτῶν = WH Treg NA/NIV: || ἑαυτῶν = RP
αὑτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, 6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. 7Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ▼▼ γράμμασιν = WH NA/NIV RP: || γράμματι = Treg
γράμμασιν ▼▼ ἐντετυπωμένη = WH Treg NA/NIV: || ἐντετυπωμένη ἐν = RP
ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9εἰ γὰρ ▼▼ τῇ διακονίᾳ = Treg NA/NIV: || ἡ διακονία = WH RP
τῇ διακονίᾳ ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ▼▼ δικαιοσύνης = WH Treg NA/NIV: || δικαιοσύνης ἐν = RP
δικαιοσύνης δόξῃ. 10καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ▼▼ εἵνεκεν = WH Treg NA/NIV: || ἕνεκεν = RP
εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· 11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || ἑαυτοῦ = RP
αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ▼▼ ἡμέρας = WH Treg NA/NIV: || [omit] = RP
ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ▼▼ ὅτι = WH Treg NA/NIV: || ὅ τι = RP
ὅτι ἐν Χριστῷ καταργεῖται, 15ἀλλ᾽ ἕως σήμερον ἡνίκα ▼▼ ἂν ἀναγινώσκηται = WH Treg NA/NIV: || ἀναγινώσκεται = RP
ἂν ἀναγινώσκηται ⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16ἡνίκα ▼▼ δὲ ἐὰν = WH NA/NIV: || δὲ ἂν = Treg RP
δὲ ἐὰν ⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ▼▼ κυρίου = WH Treg NA/NIV: || κυρίου ἐκεῖ = RP
κυρίου, ἐλευθερία. 18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
Copyright information for
SBLG