Ephesians 3
1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· 3 ▼▼ κατὰ = Holmes WHmarg: || ὅτι κατὰ = WH Treg NA/NIV RP
κατὰ ἀποκάλυψιν ▼▼ ἐγνωρίσθη = WH Treg NA/NIV: || ἐγνώρισέν = RP
ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, 5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ▼▼ ἐν Χριστῷ Ἰησοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐν τῷ Χριστῷ = RP
ἐν Χριστῷ Ἰησοῦ ⸃ διὰ τοῦ εὐαγγελίου, 7οὗ ▼▼ ἐγενήθην = WH Treg NA/NIV: || ἐγενόμην = RP
ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ ▼▼ τῆς δοθείσης = WH Treg NA/NIV: || τὴν δοθεῖσάν = RP
τῆς δοθείσης ⸃ μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— 8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— ▼▼ τοῖς = WH Treg NA/NIV: || ἐν τοῖς = RP
τοῖς ἔθνεσιν εὐαγγελίσασθαι ▼▼ τὸ ἀνεξιχνίαστον πλοῦτος = WH Treg NA/NIV: || τὸν ἀνεξιχνίαστον πλοῦτον = RP
τὸ ἀνεξιχνίαστον πλοῦτος ⸃ τοῦ Χριστοῦ, 9καὶ φωτίσαι ▼▼ πάντας = Treg NA/NIV RP: || [omit] = WH
πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ▼▼ κτίσαντι = WH Treg NA/NIV: || κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ = RP
κτίσαντι, 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ▼▼ τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν ▼▼ καὶ = WH Treg NA/NIV: || καὶ τὴν = RP
καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13διὸ αἰτοῦμαι μὴ ▼▼ ἐγκακεῖν = WH Treg NA/NIV: || ἐκκακεῖν = RP
ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ▼▼ πατέρα = WH Treg NA/NIV: || πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ = RP
πατέρα, 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα ▼▼ δῷ = WH Treg NA/NIV: || δῴη = RP
δῷ ὑμῖν κατὰ ▼▼ τὸ πλοῦτος = WH Treg NA/NIV: || τὸν πλοῦτον = RP
τὸ πλοῦτος ⸃ τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ▼▼ ὕψος καὶ βάθος = WH Treg NA/NIV: || βάθος καὶ ὕψος = RP
ὕψος καὶ βάθος ⸃, 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. 20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ▼▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
Copyright information for
SBLG