Mark 3
1Καὶ εἰσῆλθεν πάλιν ▼▼ εἰς = WH: || εἰς τὴν = Treg NA/NIV RP
εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ▼▼ κατηγορήσωσιν = WH NA/NIV RP: || κατηγορήσουσιν = Treg
κατηγορήσωσιν αὐτοῦ. 3καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ▼▼ τὴν χεῖρα ἔχοντι ξηράν = WH Treg: || τὴν ξηράν χεῖρα ἔχοντι = NA/NIV; || ἐξηραμμένην ἔχοντι τὴν χεῖρα = RP
τὴν χεῖρα ἔχοντι ξηράν ⸃· ▼▼ Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε εἰς τὸ μέσον. 4καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ▼▼ ἀγαθοποιῆσαι = WH Treg RP: || ἀγαθὸν ποιῆσαι = NA/NIV
ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. 5καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ▼▼ χεῖρα = NA/NIV: || χεῖρα σου = WH Treg RP
χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη = RP
αὐτοῦ. 6καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ▼▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ▼▼ ἐδίδουν = WH Treg NA/NIV: || ἐποίουν = RP
ἐδίδουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. 7Καὶ ὁ Ἰησοῦς ▼▼ μετὰ … αὐτοῦ ἀνεχώρησεν = WH Treg NA/NIV: || ἀνεχώρησεν μετὰ … αὐτοῦ = RP
μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν ⸃ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ▼▼ ἠκολούθησεν = WH Treg NA/NIV: || ἠκολούθησαν αὐτῷ = RP
ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας 8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ▼▼ καὶ = WH Treg RP NA: || καὶ οἱ = NIV
καὶ πέραν τοῦ Ἰορδάνου ▼▼ καὶ = WH Treg NA/NIV: || καὶ οἱ = RP
καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ▼▼ ἀκούοντες = WH Treg NA/NIV: || ἀκούσαντες = RP
ἀκούοντες ὅσα ▼▼ ἐποίει = NA/NIV RP: || ποιεῖ = WH Treg
ἐποίει ἦλθον πρὸς αὐτόν. 9καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ▼▼ ἐθεώρουν προσέπιπτον = WH Treg NA/NIV: || ἐθεώρει προσέπιπτεν = RP
ἐθεώρουν, προσέπιπτον ⸃ αὐτῷ καὶ ▼▼ ἔκραζον = WH Treg NA/NIV: || ἔκραζεν = RP
ἔκραζον ▼▼ λέγοντα = WH Treg RP: || λέγοντες = NA/NIV
λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ▼▼ αὐτὸν φανερὸν = WH Treg NA/NIV: || φανερὸν αὐτὸν = RP
αὐτὸν φανερὸν ⸃ ▼▼ ποιήσωσιν = WH NA/NIV RP: || ποιῶσιν = Treg
ποιήσωσιν. 13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14καὶ ἐποίησεν ▼▼ δώδεκα = Treg RP: || δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν = WH NA/NIV
δώδεκα, ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15καὶ ἔχειν ▼▼ ἐξουσίαν = WH Treg NA/NIV: || θεραπεύειν τὰς νόσους καὶ = RP
ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16καὶ ▼▼ ἐποίησεν τοὺς δώδεκα καὶ = WH NA/NIV: || [omit] = Treg RP
ἐποίησεν τοὺς δώδεκα, καὶ ⸃ ἐπέθηκεν ▼▼ ὄνομα τῷ Σίμωνι = WH Treg NA/NIV: || τῷ Σίμωνι ὄνομα = RP
ὄνομα τῷ Σίμωνι ⸃ Πέτρον, 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ▼▼ ὀνόματα = Treg NA/NIV RP: || ὄνομα = WH
ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ▼▼ Καναναῖον = WH Treg NA/NIV: || Κανανίτην = RP
Καναναῖον 19καὶ Ἰούδαν ▼▼ Ἰσκαριώθ = WH Treg NA/NIV: || Ἰσκαριώτην = RP
Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. 20Καὶ ▼▼ ἔρχεται = WH NA/NIV RP: || ἔρχονται = Treg
ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ▼▼ ὁ = WH Treg NA/NIV: || [omit] = RP
ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ▼▼ μηδὲ = WH Treg NA/NIV: || μήτε = RP
μηδὲ ἄρτον φαγεῖν. 21καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ ▼▼ δυνήσεται = WH Treg NA/NIV: || δύναται = RP
δυνήσεται ▼▼ ἡ οἰκία ἐκείνη σταθῆναι = NA/NIV: || ἡ οἰκία ἐκείνη στῆναι = WH Treg; || σταθῆναι ἡ οἰκία ἐκείνη = RP
ἡ οἰκία ἐκείνη σταθῆναι ⸃· 26καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ▼▼ ἐμερίσθη = WH NA/NIV: || μεμέρισται = Treg RP
ἐμερίσθη, οὐ δύναται ▼▼ στῆναι = WH Treg NA/NIV: || σταθῆναι = RP
στῆναι ἀλλὰ τέλος ἔχει. 27 ▼▼ ἀλλ’ οὐδεὶς δύναται = Treg: || ἀλλ᾽ οὐ δύναται οὐδεὶς = WH NA/NIV; || οὐδεὶς δύναται = RP
ἀλλ᾽ οὐδεὶς δύναται ⸃ ▼▼ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη = WH Treg NA/NIV: || τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν = RP
εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη ⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ▼▼ διαρπάσει = WH Treg NA/NIV: || διαρπάσῃ = RP
διαρπάσει. 28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ▼▼ τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα = WH Treg NA/NIV: || τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων = RP
τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα ⸃ καὶ ▼▼ αἱ βλασφημίαι ὅσα ἐὰν = WH Treg NA/NIV: || βλασφημίαι ὅσας ἂν = RP
αἱ βλασφημίαι ὅσα ἐὰν ⸃ βλασφημήσωσιν· 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ▼▼ ἁμαρτήματος = WH Treg NA/NIV: || κρίσεως = RP
ἁμαρτήματος. 30ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει. 31 ▼▼ Καὶ ἔρχονται = WH Treg: || Καὶ ἔρχεται = NA/NIV; || Ἔρχονται οὖν = RP
Καὶ ἔρχονται ⸃ ▼▼ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ = WH Treg NA/NIV: || οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ = RP
ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ⸃ καὶ ἔξω ▼▼ στήκοντες = WH Treg NA/NIV: || ἑστῶτες = RP
στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν ▼▼ καλοῦντες = WH Treg NA/NIV: || φωνοῦντες = RP
καλοῦντες αὐτόν. 32καὶ ἐκάθητο ▼▼ περὶ αὐτὸν ὄχλος = WH Treg NA/NIV: || ὄχλος περὶ αὐτόν = RP
περὶ αὐτὸν ὄχλος ⸃, ▼▼ καὶ λέγουσιν = WH Treg NA/NIV: || εἶπον δὲ = RP
καὶ λέγουσιν ⸃ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί ▼▼ σου = WH Treg NIV: || σου καὶ αἱ ἀδελφαί σου = RP NA
σου ἔξω ζητοῦσίν σε. 33καὶ ▼▼ ἀποκριθεὶς αὐτοῖς λέγει = WH Treg NA/NIV: || ἀπεκρίθη αὐτοῖς λέγων = RP
ἀποκριθεὶς αὐτοῖς λέγει ⸃· Τίς ἐστιν ἡ μήτηρ μου ▼▼ ἢ = RP: || καὶ = WH Treg NA/NIV
ἢ οἱ ἀδελφοί ▼▼ μου = Treg NA/NIV RP: || [omit] = WH
μου; 34καὶ περιβλεψάμενος ▼▼ τοὺς περὶ αὐτὸν κύκλῳ = WH Treg NA/NIV: || κύκλῳ τοὺς περὶ αὐτὸν = RP
τοὺς περὶ αὐτὸν κύκλῳ ⸃ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35ὃς ▼▼ γὰρ = Treg NA/NIV RP: || [omit] = WH
γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ▼▼ ἀδελφὴ = WH Treg NA/NIV: || ἀδελφὴ μου = RP
ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Copyright information for
SBLG