Matthew 3
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2 ▼▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ▼▼ διὰ = WH Treg NA/NIV: || ὑπὸ = RP
διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ▼▼ ἦν αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἦν = RP
ἦν αὐτοῦ ⸃ ἀκρίδες καὶ μέλι ἄγριον. 5τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ▼▼ ποταμῷ = WH Treg NA/NIV: || [omit] = RP
ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ▼▼ αὐτοῦ = Treg NA/NIV RP: || [omit] = WH
αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10ἤδη ▼▼ δὲ = WH Treg NA/NIV: || δὲ καὶ = RP
δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 11Ἐγὼ μὲν ▼▼ ὑμᾶς βαπτίζω = WH Treg NA/NIV: || βαπτίζω ὑμᾶς = RP
ὑμᾶς βαπτίζω ⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ▼▼ καὶ πυρί = WH Treg NA/NIV: || [omit] = RP
καὶ πυρί ⸃· 12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ▼▼ ἀποθήκην = WH NA/NIV RP: || ἀποθήκην αὐτοῦ = Treg
ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14ὁ δὲ ▼▼ Ἰωάννης = Treg NA/NIV RP: || [omit] = WH
Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ▼▼ πρὸς αὐτόν = Treg NA/NIV RP: || αὐτῷ = WH
πρὸς αὐτόν ⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 ▼▼ βαπτισθεὶς δὲ = WH Treg NA/NIV: || Καὶ βαπτισθεὶς = RP
βαπτισθεὶς δὲ ⸃ ὁ Ἰησοῦς ▼▼ εὐθὺς ἀνέβη = WH Treg NA/NIV: || ἀνέβη εὐθὺς = RP
εὐθὺς ἀνέβη ⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ▼▼ ἠνεῴχθησαν = WH NIV: || ἠνεῴχθησαν αὐτῷ = Treg RP NA
ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ▼▼ πνεῦμα = WH: || τὸ πνεῦμα τοῦ = Treg NA/NIV RP
πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ▼▼ περιστερὰν = WH: || περιστερὰν καὶ = Treg NA/NIV RP
περιστερὰν ἐρχόμενον ἐπ᾽ αὐτόν· 17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Copyright information for
SBLG