‏ Mark 2

1Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2Καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν, αἰρόμενον ὑπὸ τεσσάρων. 4Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5Καὶ ἰδὼν ὁ ° Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, “Τέκνον, ἀφέωνται σου αἱ ἁμαρτίαι.” 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ, καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7“Τί οὗτος οὕτως λαλεῖ; Βλασφημεῖ! Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ ° Θεός;” 8Καὶ εὐθὺς ἐπιγνοὺς ὁ ° Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, “Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει’; 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, (λέγει τῷ παραλυτικῷ), 11“Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.” 12Καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν ° Θεὸν λέγοντας, ὅτι “Οὕτως οὐδέποτε εἴδομεν.”

13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, “Ἀκολούθει μοι.” Καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.

15Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ° Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθουν αὐτῷ. 16Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων, ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τῶν τελωνῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ὅτι “Μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;” 17Καὶ ἀκούσας, ὁ ° Ἰησοῦς λέγει αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλʼ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.”

18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. Καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, “Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;” 19Καὶ εἶπεν αὐτοῖς ὁ ° Ἰησοῦς, “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; Ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν, οὐ δύνανται νηστεύειν. 20Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

21Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή αἴρει ἀπʼ αὐτοῦ τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.”

23Καὶ ἐγένετο, αὐτὸν ἐν τοῖς Σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, “Ἴδε, τί ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν;” 25Καὶ λέγει αὐτοῖς, “Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ; 26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ° Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;” 27Καὶ ἔλεγεν αὐτοῖς, “Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον. 28Ὥστε ° Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ Σαββάτου.”
Copyright information for SRGNT