1 Corinthians 14
1Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ▼▼ ἀλλὰ = WH Treg NA/NIV: || ἀλλὰ τῷ = RP
ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ▼▼ δὲ = WH Treg NA/NIV: || γὰρ = RP
δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ▼▼ διερμηνεύῃ = WH Treg NA/NIV: || διερμηνεύει = RP
διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 ▼▼ Νῦν = WH Treg NA/NIV: || Νυνὶ = RP
Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ▼▼ δῷ = WH Treg NA/NIV: || διδῶ = RP
δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8καὶ γὰρ ἐὰν ἄδηλον ▼▼ φωνὴν σάλπιγξ = Treg RP: || σάλπιγξ φωνὴν = WH NA/NIV
φωνὴν σάλπιγξ ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10τοσαῦτα εἰ τύχοι γένη φωνῶν ▼▼ εἰσιν = WH Treg NA/NIV: || ἐστὶν = RP
εἰσιν ἐν κόσμῳ, καὶ ▼▼ οὐδὲν = WH Treg NA/NIV: || οὐδὲν αὐτῶν = RP
οὐδὲν ἄφωνον· 11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 ▼▼ Διὸ = WH Treg NA/NIV: || Διόπερ = RP
Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16ἐπεὶ ἐὰν ▼▼ εὐλογῇς = WH Treg NA/NIV: || εὐλογήσῃς = RP
εὐλογῇς ▼▼ πνεύματι = Treg: || ἐν πνεύματι = WH NA/NIV; || τῷ πνεύματι = RP
πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18εὐχαριστῶ τῷ ▼▼ θεῷ = WH Treg NA/NIV: || θεῷ μου = RP
θεῷ, πάντων ὑμῶν μᾶλλον ▼▼ γλώσσαις = WH NA/NIV RP: || γλώσσῃ = Treg
γλώσσαις ▼▼ λαλῶ = WH Treg NA/NIV: || λαλῶν = RP
λαλῶ· 19ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ▼▼ τῷ νοΐ = WH Treg NA/NIV: || διὰ τοῦ νοός = RP
τῷ νοΐ ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. 20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ▼▼ ἑτέρων = WH Treg NA/NIV: || ἑτέροις = RP
ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ▼▼ λαλῶσιν γλώσσαις = WH Treg NA/NIV: || γλώσσαις λαλῶσιν = RP
λαλῶσιν γλώσσαις ⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 ▼▼ τὰ = WH Treg NA/NIV: || καὶ οὕτως τὰ = RP
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ▼▼ Ὄντως ὁ θεὸς = WH Treg NA/NIV: || Ὁ θεὸς ὄντως = RP
Ὄντως ὁ θεὸς ⸃ ἐν ὑμῖν ἐστιν. 26Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ▼▼ ἕκαστος = WH Treg NA/NIV: || ἕκαστος ὑμῶν = RP
ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ▼▼ ἀποκάλυψιν ἔχει γλῶσσαν = WH Treg NA/NIV: || γλῶσσαν ἀποκάλυψιν ἔχει = RP
ἀποκάλυψιν ἔχει, γλῶσσαν ⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ ᾖ ▼▼ διερμηνευτής = WH NA/NIV RP: || ἑρμηνευτής = Treg
διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. 34Αἱ ▼▼ γυναῖκες = WH Treg NA/NIV: || γυναῖκες ὑμῶν = RP
γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ▼▼ ἐπιτρέπεται = WH Treg NA/NIV: || ἐπιτέτραπται = RP
ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ▼▼ ὑποτασσέσθωσαν = WH Treg NA/NIV: || ὑποτάσσεσθαι = RP
ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35εἰ δέ τι ▼▼ μαθεῖν = Treg NA/NIV RP: || μανθάνειν = WH
μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ▼▼ λαλεῖν ἐν ἐκκλησίᾳ = WH Treg NA/NIV: || ἐν ἐκκλησίᾳ λαλεῖν = RP
λαλεῖν ἐν ἐκκλησίᾳ ⸃. 36ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ▼▼ ἐστὶν = Holmes: || ἐστὶν ἐντολή = WH Treg NA/NIV; || εἰσὶν ἐντολαί = RP
ἐστὶν· 38εἰ δέ τις ἀγνοεῖ, ▼▼ ἀγνοεῖται = WH NA/NIV: || ἀγνοείτω = Treg RP
ἀγνοεῖται. 39ὥστε, ἀδελφοί ▼▼ μου = WH Treg NA/NIV: || [omit] = RP
μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ▼▼ μὴ κωλύετε γλώσσαις = WH Treg NA/NIV: || γλώσσαις μὴ κωλύετε = RP
μὴ κωλύετε γλώσσαις ⸃· 40πάντα ▼▼ δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Copyright information for
SBLG